ΨΑΛΤΗΡΙΟ, συνέχεια πρώτου καθίσματος και δεύτερο κάθισμα, 8ος εως 16ος

 ΨΑΛΤΗΡΙΟ, συνέχεια πρώτου καθίσματος και δεύτερο κάθισμα


ΨΑΛΜΟΣ 8ος
Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι
ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. 3 ἐκ στόματος
νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου τοῦ
καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. 4 ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν
δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας· 5 τί ἐστιν
ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; 6
ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾿ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας
αὐτόν, 7 καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· πάντα
ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, 8 πρόβατα, καὶ βόας ἁπάσας, ἔτι δὲ
καὶ τὰ κτήνη τοῦ πεδίου, 9 τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς
θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. 10 Κύριε ὁ Κύριος ἡμῶν,
ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ!

ΚΑΘΙΣΜΑ ΔΕΥΤΕΡΟΝ

ΨΑΛΜΟΣ 9ος
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ
θαυμάσιά σου· 3 εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί, ψαλῶ τῷ
ὀνόματί σου, ῞Υψιστε. 4 ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω,
ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου, 5 ὅτι ἐποίησας τὴν
κρίσιν μου καὶ τὴν δίκην μου, ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην.
6 ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς
τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 7 τοῦ ἐχθροῦ ἐξέλιπον αἱ
ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες· ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ
μετ᾿ ἤχου, 8 καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει. ἡτοίμασεν ἐν κρίσει τὸν
θρόνον αὐτοῦ, 9 καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ
λαοὺς ἐν εὐθύτητι. 10 καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν
εὐκαιρίαις ἐν θλίψεσι· 11 καὶ ἐλπισάτωσαν ἐπὶ σοὶ οἱ γινώσκοντες τὸ ὄνομά
σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε. 12 ψάλατε τῷ Κυρίῳ,
τῷ κατοικοῦντι ἐν Σιών, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα
αὐτοῦ, 13 ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη, οὐκ ἐπελάθετο τῆς
κραυγῆς τῶν πενήτων. 14 ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ
τῶν ἐχθρῶν μου, ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, 15 ὅπως ἂν
ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.
ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου. 16 ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ
ἐποίησαν, ἐν παγίδι ταύτῃ, ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν. 17
γινώσκεται Κύριος κρίματα ποιῶν, ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ
συνελήφθη ὁ ἁμαρτωλός. (ᾠδὴ διαψάλματος). 18 ἀποστραφήτωσαν οἱ
ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ, 19
ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ
ἀπολεῖται εἰς τέλος. 20 ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος,
κριθήτωσαν ἔθνη ἐνώπιόν σου. 21 κατάστησον, Κύριε, νομοθέτην ἐπ᾿
αὐτούς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν. (διάψαλμα). 22 ῾Ινατί, Κύριε,
ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν θλίψεσιν; 23 ἐν τῷ
ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζεται ὁ πτωχός, συλλαμβάνονται ἐν
διαβουλίοις, οἷς διαλογίζονται. 24 ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς
ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν ἐνευλογεῖται· 25 παρώξυνε τὸν
Κύριον ὁ ἁμαρτωλός· κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει· οὐκ
ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ. 26 βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ,
ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν
αὐτοῦ κατακυριεύσει· 27 εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· οὐ μὴ σαλευθῶ, ἀπὸ
γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ. 28 οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ
πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος. 29 ἐγκάθηται
ἐνέδρᾳ μετὰ πλουσίων, ἐν ἀποκρύφοις τοῦ ἀποκτεῖναι ἀθῷον· οἱ
ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν· 30 ἐνεδρεύει ἐν ἀποκρύφῳ
ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν, ἁρπάσαι
πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν· 31 ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει αὐτόν,
κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων. 32 εἶπε γὰρ ἐν
καρδίᾳ αὐτοῦ· ἐπιλέλησται ὁ Θεός, ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ
βλέπειν εἰς τέλος. 33 ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ
ἐπιλάθῃ τῶν πενήτων. 34 ἕνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν;
εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἐκζητήσει. 35 βλέπεις, ὅτι σὺ πόνον καὶ
θυμὸν κατανοεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου· σοὶ
ἐγκαταλέλειπται ὁ πτωχός, ὀρφανῷ σὺ ᾖσθα βοηθός. 36 σύντριψον τὸν
βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ
οὐ μὴ εὑρεθῇ. 37 βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ
αἰῶνος, ἀπολεῖσθε ἔθνη ἐκ τῆς γῆς αὐτοῦ. 38 τὴν ἐπιθυμίαν τῶν πενήτων
εἰσήκουσε Κύριος, τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς
σου 39 κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι μεγαλαυχεῖν
ἄνθρωπος ἐπὶ τῆς γῆς.

ΨΑΛΜΟΣ 10ος
Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· μεταναστεύου ἐπὶ τὰ ὄρη
ὡς στρουθίον; 2 ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς
φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. 3 ὅτι ἃ
σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον· ὁ δὲ δίκαιος τί ἐποίησε; 4 Κύριος ἐν ναῷ
ἁγίῳ αὐτοῦ· Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν
πένητα ἀποβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν
ἀνθρώπων. 5 Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ὁ δὲ ἀγαπῶν τὴν
ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν. 6 ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ
καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. 7 ὅτι δίκαιος
Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ.
Δόξα καὶ νῦν. Ἀλληλούΐα

ΨΑΛΜΟΣ 11ος
Σῶσον με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ
τῶν υἱῶν τῶν ἀνθρώπων. 3 μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον
αὐτοῦ, χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά. 4
ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν
μεγαλοῤῥήμονα. 5 τοὺς εἰπόντας· τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ
χείλη ἡμῶν παρ᾿ ἡμῖν ἐστι· τίς ἡμῶν Κύριός ἐστιν; 6 ἀπὸ τῆς ταλαιπωρίας
τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι,
λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. 7 τὰ λόγια
Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ
κεκαθαρισμένον ἑπταπλασίως. 8 σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ
διατηρήσαις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα. 9 κύκλῳ οἱ
ἀσεβεῖς περιπατοῦσι· κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν
ἀνθρώπων.

ΨΑΛΜΟΣ 12ος
Ἔως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ
πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; 3 ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας
ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾿
ἐμέ; 4 ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου· φώτισον τοὺς
ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, 5 μήποτε εἴπῃ ὁ ἐχθρός μου·
ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ. 6 ἐγὼ
δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα, ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ
σου· ᾄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ
῾Υψίστου.

ΨΑΛΜΟΣ 13ος
Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι Θεός. διεφθάρησαν καὶ
ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν
ἕως ἑνός. 2 Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων
τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν. 3 πάντες ἐξέκλιναν, ἅμα
ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός*. 4 οὐχὶ
γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; οἱ ἐσθίοντες τὸν λαόν μου
βρώσει ἄρτου τὸν Κύριον οὐκ ἐπεκαλέσαντο. 5 ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ
οὐκ ἦν φόβος, ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ. 6 βουλὴν πτωχοῦ κατῃσχύνατε,
ὁ δὲ Κύριος ἐλπὶς αὐτοῦ ἐστι. 7 τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ ᾿Ισραήλ;
ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται
᾿Ιακὼβ καὶ εὐφρανθήσεται ᾿Ισραήλ.
Δόξα καὶ νῦν. Ἀλληλούΐα

ΨΑΛΜΟΣ 14ος
Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ἢ τίς κατασκηνώσει ἐν ὄρει
ἁγίῳ σου; 2 πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν
ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, 3 ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ
ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοῖς
ἔγγιστα αὐτοῦ. 4 ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ
φοβουμένους τὸν Κύριον δοξάζει· ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ
ἀθετῶν· 5 τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ καὶ δῶρα ἐπ᾿ ἀθῴοις
οὐκ ἔλαβεν. ὁ ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.

ΨΑΛΜΟΣ 15ος
Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. 2 εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σύ,
ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. 3 τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. 4
ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν· οὐ μὴ
συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδ᾿ οὐ μὴ μνησθῶ τῶν
ὀνομάτων αὐτῶν διὰ χειλέων μου. 5 Κύριος μερὶς τῆς κληρονομίας μου καὶ
τοῦ ποτηρίου μου· σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. 6
σχοινία ἐπέπεσέ μοι ἐν τοῖς κρατίστοις· καὶ γὰρ ἡ κληρονομία μου
κρατίστη μοί ἐστιν. 7 εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με· ἔτι δὲ καὶ
ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου. 8 προωρώμην τὸν Κύριον
ἐνώπιόν μου διαπαντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. 9 διὰ
τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ
ἡ σάρξ μου κατασκηνώσει ἐπ᾿ ἐλπίδι, 10 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν
μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. 11 ἐγνώρισάς μοι
ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου,
τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος.

ΨΑΛΜΟΣ 16ος
Εἰσάκουσον, Κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου, ἐνώτισαι
τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις. 2 ἐκ προσώπου σου τὸ κρῖμά
μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας. 3 ἐδοκίμασας τὴν
καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ
ἀδικία. 4 ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων, διὰ
τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. 5 κατάρτισαι
τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά
μου. 6 ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός· κλῖνον τὸ οὖς σου ἐμοὶ
καὶ εἰσάκουσον τῶν ῥημάτων μου. 7 θαυμάστωσον τὰ ἐλέη σου, ὁ σῴζων
τοὺς ἐλπίζοντας ἐπὶ σὲ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου. 8 φύλαξόν με
ὡς κόρην ὀφθαλμοῦ· ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με 9 ἀπὸ
προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με. οἱ ἐχθροί μου τὴν ψυχήν
μου περιέσχον· 10 τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν
ὑπερηφανίαν. 11 ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς
αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ. 12 ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς
θήραν καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις. 13 ἀνάστηθι, Κύριε,
πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς, ρῦσαι τὴν ψυχήν μου ἀπὸ
ἀσεβοῦς, ρομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου. 14 Κύριε, ἀπὸ ὀλίγων
ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν, καὶ τῶν κεκρυμμένων σου
ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, ἐχορτάσθησαν υἱῶν*, καὶ ἀφῆκαν τὰ
κατάλοιπα τοῖς νηπίοις αὐτῶν. 15 ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ
προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου.
Δόξα καὶ νῦν. Ἀλληλούΐα

ΨΑΛΤΗΡΙΟ , 1ος -7ος

 ΨΑΛΤΗΡΙΟ

ΚΑΘΙΣΜΑ ΠΡΩΤΟΝ ΨΑΛΜΟΣ 1ος Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν. 2 ἀλλ᾿ ἤ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. 3 καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται. 4 οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ᾿ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. 5 διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων· 6 ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. ΨΑΛΜΟΣ 2ος Ἰνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; 2 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. (διάψαλμα). 3 Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀποῤῥίψωμεν ἀφ᾿ ἡμῶν τὸν ζυγὸν αὐτῶν. 4 ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. 5 τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. 6 ᾿Εγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾿ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ 7 διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. 8 αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. 9 ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. 10 καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν. 11 δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. 12 δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. 13 ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ. ΨΑΛΜΟΣ 3ος Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ· 3 πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα). 4 σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. 5 φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. (διάψαλμα). 6 ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. 7 οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. 8 ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. 9 τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. Δόξα καὶ νῦν. Ἀλληλούΐα ΨΑΛΜΟΣ 4ος Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς με. οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. 3 υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; (διάψαλμα). 4 καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ· Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. 5 ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. (διάψαλμα). 6 θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ Κύριον. 7 πολλοὶ λέγουσι· τίς δείξει ἡμῖν τὰ ἀγαθά; ᾿Εσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. 8 ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. 9 ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισάς με. ΨΑΛΜΟΣ 5ος ΤΑ ρήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου· 3 πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε· 4 τὸ πρωΐ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωΐ παραστήσομαί σοι καὶ ἐπόψει με, 5 ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ· οὐ παροικήσει σοι πονηρευόμενος, 6 οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· 7 ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. 8 ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. 9 Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου. 10 ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. 11 κρῖνον αὐτούς, ὁ Θεός. ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, Κύριε. 12 καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου. 13 ὅτι σὺ εὐλογήσεις δίκαιον· Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. ΨΑΛΜΟΣ 6ος Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. 3 ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, 4 καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σύ, Κύριε, ἕως πότε; 5 ἐπίστρεψον, Κύριε, ρῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου. 6 ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ῞ᾼδῃ τίς ἐξομολογήσεταί σοι; 7 ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ᾿ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. 8 ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. 9 ἀπόστητε ἀπ᾿ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου· 10 ἤκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο. 11 αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου, ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους. Δόξα καὶ νῦν. Ἀλληλούΐα ΨΑΛΜΟΣ 7ος Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με, 3 μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος. 4 Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, 5 εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός· 6 καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. (διάψαλμα). 7 ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου. ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω, 8 καὶ συναγωγὴ λαῶν κυκλώσει σε, καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. 9 Κύριος κρινεῖ λαούς. κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ᾿ ἐμοί. 10 συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν καὶ κατευθυνεῖς δίκαιον, ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. 11 δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. 12 ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος καὶ μὴ ὀργὴν ἐπάγων καθ᾿ ἑκάστην ἡμέραν. 13 ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ρομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτό· 14 καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. 15 ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν. 16 λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο· 17 ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. 18 ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ῾Υψίστου. Δόξα καὶ νῦν. Ἀλληλούΐα
Εμφάνιση λιγότερων

Η ΧΡΗΣΗ ΤΩΝ ΨΑΛΜΩΝ ΚΑΤΑ ΤΟΝ ΟΣΙΟ ΑΡΣΕΝΙΟ ΤΟΝ ΚΑΠΠΑΔΟΚΗ

 Η ΧΡΗΣΗ ΤΩΝ ΨΑΛΜΩΝ ΚΑΤΑ ΤΟΝ ΟΣΙΟ ΑΡΣΕΝΙΟ ΤΟΝ ΚΑΠΠΑΔΟΚΗ

 

1.  Όταν φυτεύουν δένδρα ή αμπέλι, για να καρποφορήσουν

2.   Για να δώσει φώτιση ο Θεός σ’ αυτούς που πηγαίνουν σε συνέδρια.

3.   Για να φύγει η κακία από ανθρώπους, για να μη βασανίζουν άδικα τους συνανθρώπους  τους.

4.   Για να θεραπεύσει ο Θεός τους ευαίσθητους ανθρώπους, που αρρώστησαν από μελαγχολία από τη συμπεριφορά των σκληρόκαρδων ανθρώπων.

5.   Για να θεραπεύσει ο Θεός τα πληγωμένα, χτυπημένα μάτια από κακό άνθρωπο.

6.   Για να ελευθερώσει ο Θεός τον μαγεμένο άνθρωπο.

7.   Γι’ αυτούς που έπαθαν από φοβία από τις φοβέρες και τις απειλές των κακών ανθρώπων.

8.   Γι’ αυτούς που έπαθαν κακό από δαίμονες ή από πονηρούς ανθρώπους.

9.   Για να πάψουν να σε φοβερίζουν οι δαίμονες στον ύπνο ή με τις φαντασίες την ημέρα.

10.  Για τα σκληρόκαρδα ανδρόγυνα που μαλώνουν και χωρίζουν. ( Όταν βασανίζει άδικα ο σκληρός ή η σκληρή τον ευαίσθητο).

11.  Για τους τρελούς που έχουν και κακότητα και κάνουν κακό στους ανθρώπους.

12.  Γι’ αυτούς που πάσχουν από το συκώτι.

13.  Γι’ φοβερό δαιμόνιο, συνέχεια 3 Χ 3 ημέρες.

14.  Για ν’ αλλάξουν γνώμη οι ληστές και να επιστρέψουν άπρακτοι και μετανοημένοι.

15.  Για να βρεθεί το κλειδί, όταν χαθεί.

16.  Για μεγάλη συκοφαντία, 3 φορές την ημέρα επί 3 ημέρες.

17.  Όταν γίνεται σεισμός ή θεομηνία, κατακλυσμός και κεραυνοί.

18.  Για να ελευθερωθούν οι μητέρες στην γέννα τους.

19.  Γι’ ανδρόγυνα που δεν γεννούν λόγω αναπηρίας, για να τους θεραπεύσει ο Θεός, για να μην χωρίσουν.

20.  Για να μαλακώσει ο Θεός τις καρδιές των πλουσίων να κάνουν ελεημοσύνες στους φτωχούς.

21.  Για να εμποδίσει ο Θεός την πυρκαϊά, για να μην γίνει κακό.

22.  Για να ημερέψει ο Θεός τα άτακτα και ανυπάκουα παιδιά, που θλίβουν τους γονείς τους.

23.  Για να ανοίξει η πόρτα, όταν χαθεί το κλειδί.

24.  Σε ανθρώπους που φθονεί πολύ ο πειρασμός και τους φέρνει συνέχεια αναποδιές στην ζωή τους, για να γογγύζουν.

25.  Όταν ζητάει κανείς κάτι καλό από τον Θεό, για να του το δώσει, χωρίς να τον βλάψει.

26.  Για να προστατέψει ο Θεός τους χωρικούς από τα εχθρικά στρατεύματα, να μην κάνουν κακό στους ανθρώπους και λεηλασίες στις αγροικίες.

27.  Για να θεραπεύσει ο Θεός τους νευρασθενής και τους νευρόπονους.

28.  Γι’ αυτούς που τους πειράζει η θάλασσα και φοβούνται στην πολλή φουρτούνα.

29.  Γι’ αυτούς που κινδυνεύουν μακριά, μέσα σε βάρβαρους και άπιστους λαούς, για να τους φυλάξει ο Θεός και να φωτίσει κι εκείνους να ημερέψουν, και να γνωρίσουν το Θεό.

30.  Για να δώσει ο Θεός αφθονία σπαρτών και καρπών στα δέντρα, όταν ο καιρός δεν είναι ευνοϊκός.

31.  Για να βρουν οι οδοιπόροι τον δρόμο, όταν χαθούν και ταλαιπωρούνται.

32.  Για να φανερώσει ο Θεός την αλήθεια στους αδικοφυλακισμένους, για να ελευθερωθούν.

33.  Σε ψυχορραγούντες, όταν βασανίζονται από τους δαίμονες την ώρα του θανάτου, ή σε εχθρικά στρατεύματα, όταν απειλούν και παραβιάζουν τα σύνορα, για να κάνουν κακό.

34.  Για να ελευθερώσει ο Θεός τους καλοκάγαθους ανθρώπους από τις παγίδες των πονηρών ανθρώπων, που εκμεταλλεύονται τους ανθρώπους του Θεού.

35.  Για να εξαλειφθεί τελείως η έχθρα μετά από τα μαλώματα ή παρεξηγήσεις.

36.  Για βαριά πληγωμένους ανθρώπους από κακοποιούς εγκληματίες.

37.  Όταν πονάνε οι σιαγόνες από σάπια δόντια.

38.  Για να βρουν εργασία οι εγκαταλελειμμένοι και δυστυχισμένοι άνθρωποι, για να μη θλίβονται.

39.  Για να επανέλθει αγάπη μεταξύ αφεντικού και υπαλλήλων, όταν δημιουργούνται προστριβές.

40.  Για να ελευθερωθούν οι μητέρες στην γέννα, από πρόωρο τοκετό.

41.  Σε νέους που αρρωσταίνουν από έρωτα, όταν τραυματίζεται το ένα πρόσωπο και θλίβεται.

42.  Για να ελευθερωθούν οι αιχμάλωτοι από τις φυλακές του εχθρικού έθνους.

43.  Για να φανερώσει ο Θεός την αλήθεια στα παρεξηγημένα ανδρόγυνα, για να συμφιλιωθούν.

44.  Για τους ανθρώπους που πάσχουν από την καρδιά ή από τα νεφρά.

45.  Για τους νέους, που εμποδίζει ο εχθρός, από φθόνο, να δημιουργήσουν οικογένεια (να παντρευτούν).

46.  Για να ειρηνεύσει ο υπηρέτης ή ο δούλος, όταν φύγει πληγωμένος από το αφεντικό του και να βρει δουλειά.

47.  Όταν γίνονται μεγάλες καταστροφές και ληστείες από βαρβαρικές συμμορίες – πειρατών -. (Να διαβάζεται συνέχεια επί 40 ημέρες).

48.  Γι’ αυτούς που κάνουν επικίνδυνη δουλειά.

49.  Για να μετανοήσουν και να επιστρέψουν στον Θεό οι απομακρυσμένοι άνθρωποι, για να σωθούν.

50.  Όταν εξ αμαρτιών μας έρθει παιδαγωγική οργή Θεού (επιδημία αρρώστιας και θανατικό στους ανθρώπους ή στα ζώα).

51.  Για να μετανοήσουν οι σκληρόκαρδοι άρχοντες και να γίνουν ευσπλαχνικοί, για να μη βασανίζουν τον λαό.

52.  Για να ευλογήσει ο Θεός τα δίχτυα, να γεμίζουν ψάρια.

53.  Για να φωτίσει ο Θεός τους πλούσιους, που έχουν αγορασμένους δούλους, να τους ελευθερώσουν.

54.  Για να αποκατασταθεί η υπόληψη της δυσφημισμένης οικογένειας που είχε συκοφαντηθεί.

55.  Σε ευαίσθητους, που έχουν πληγωθεί ψυχικά από τους συνανθρώπους τους.

56.  Γι’ ανθρώπους που υποφέρουν από πονοκέφαλο, από πολλή στενοχώρια.

57.  Για να έλθουν ευνοϊκά τα πράγματα σ’ εκείνους που ενεργούν για το καλό, να εμποδίσει ο Θεός κάθε πονηρή ενέργεια δαιμόνων ή φθονερών ανθρώπων.

58.  Για τους βουβούς, να δώσει ο Θεός λαλιά.

59.  Για να φανερώσει ο Θεός την αλήθεια, όταν συκοφαντείται σύνολο ανθρώπων.

60.  Γι’ αυτούς που δυσκολεύονται στην εργασία, είτε από τεμπελιά είτε από δειλία.

61.  Για να απαλλάξει ο Θεός από δοκιμασίες τον ολιγόψυχο άνθρωπο, που δεν έχει υπομονή και γογγύζει.

62.  Για να καρπίσουν τα χωράφια και τα δέντρα, όταν στερούνται από νερό.

63.  Όταν δαγκωθεί ο άνθρωπος από λύκο ή σκύλο λυσσασμένο (τους έδινε και από το διαβασμένο νερό, για να πιουν).

64.  Για να έχουν οι έμποροι ευλογία, για να μην φλυαρούν και αδικούν τους απλούς ανθρώπους.

65.  Για να μην φέρει αναποδιές ο πονηρός στα σπίτια και θλίβει τις οικογένειες.

66.  Για να ευλογηθούν τα πουλερικά (ορνιθοτροφεία).

67.  Για να ελευθερωθούν οι μητέρες, που δυσκολεύονται να αποβάλλουν, όταν παθαίνουν κακό.

68.  Όταν γίνονται θεομηνίες και πλημμυρίζουν τα ποτάμια και παρασύρουν σπίτια και ανθρώπους.

69.  Σε ευαίσθητους ανθρώπους που θλίβονται για το παραμικρό και έρχονται σε απόγνωση, να τους ενισχύει ο Θεός.

70.  Για εγκαταλελειμμένους ανθρώπους, που γίνονται βαρετοί από φθόνο του διαβόλου και έρχονται σε απόγνωση, για να βρουν έλεος από τον Θεό και περίθαλψη.

71.  Για να ευλογήσει ο Θεός τα αγαθά της νέας εσοδείας, που μετέφεραν στα σπίτια τους οι γεωργοί.

72.  Για να μετανοήσουν οι κακοποιοί άνθρωποι.

73.  Για να προφυλάξει ο Θεός τους χωρικούς που εργάζονται στα χωράφια τους, όταν οι εχθροί έχουν περικυκλωμένο το χωριό.

74.  Για να ημερέψει το βάρβαρο αφεντικό, να μην βασανίζει τους συνανθρώπους του, τους υπαλλήλους.

75.  Σε μητέρα που φοβάται στη γέννα της, για να την ενθαρρύνει και να την προστατέψει ο Θεός.

76.  Όταν δεν υπάρχει κατανόηση μεταξύ γονέων και παιδιών, να τους φωτίσει ο Θεός, για να ακούνε τα παιδιά τους γονείς και οι γονείς να δείχνουν αγάπη.

77.  Για να φωτίσει ο Θεός τους δανειστές, να μην πιέζουν τους συνανθρώπους τους για το χρέος τους, και να είναι ευσπλαχνικοί.

78.  Για να προφυλάξει ο Θεός τα χωριά από ληστείες και καταστροφές των εχθρικών στρατευμάτων.

79.  Για να θεραπεύσει ο Θεός τον άνθρωπο, όταν πρήζεται το πρόσωπό του και πονάει όλο το κεφάλι του.

80.  Για να οικονομήσει ο Θεός τους φτωχούς, που στερούνται και στενοχωριούνται από την ανέχεια και θλίβονται.

81.  Για να αγοράσουν οι άνθρωποι τα προϊόντα των γεωργών, για να μην στενοχωριούνται και θλίβονται οι χωρικοί.

82.  Για να εμποδίσει ο Θεός τους κακούς ανθρώπους, που θέλουν να κάνουν δολοφονίες.

83.  Για να διατηρηθούν από τον Θεό όλα τα υπάρχοντα του σπιτιού καλά, τα ζώα και τα προϊόντα των παραγωγών.

84.  Για να θεραπεύσει ο Θεός τους ανθρώπους που έχουν πληγωθεί από τους ληστές και έπαθαν και από φοβία.

85.  Για να σώσει ο Θεός τον κόσμο, όταν πέφτει χολέρα στους ανθρώπους και πεθαίνουν.

86.  Για να παρατείνει ο Θεός την ζωή στους οικογενειάρχες, που έχουν ακόμη υποχρεώσεις οικογενειακές.

87.  Για να προστατεύσει ο Θεός όλους τους απροστάτευτους ανθρώπους, που ταλαιπωρούνται από σκληρούς συνανθρώπους.

88.  Για να δυναμώσει ο Θεός τους φιλάσθενους και αδύνατους ανθρώπους, για να μπορούν να εργάζονται χωρίς να κουράζονται και να θλίβονται.

89.  Για να βρέξει ο Θεός, όταν υπάρχει ανομβρία ή όταν στερέψουν τα πηγάδια, για να βγάλουν νερό.

90.  Για να εξαφανιστεί ο διάβολος, όταν παρουσιάζεται σε άνθρωπο και τον τρομάζει.

91.  Για να δώσει ο Θεός σύνεση στους ανθρώπους, για να προκόπτουν πνευματικά.

92.  Για να προφυλάξει ο Θεός το πλοίο, όταν κινδυνεύει από μεγάλη φουρτούνα στη θάλασσα (έριχνε δε και αγιασμένο νερό στα τέσσερα σημεία του πλοίου).

93.  Για να φωτίσει ο Θεός τους άτακτους ανθρώπους, που δημιουργούν θέματα στο έθνος και αναστατώνουν τον λαό και τον ταλαιπωρούν με ακαταστασίες και φαγωμάρες.

94.  Για να μην πλησιάσουν μάγια στα ανδρόγυνα και δημιουργούνται θέματα και προστριβές.

95.  Για να δώσει ο Θεός την ακοή στους κουφούς.

96.  Για να φύγουν τα μάγια από τους ανθρώπους.

97.  Για να δώσει ο Θεός παρηγοριά στους στενοχωρημένους ανθρώπους, για να μη θλίβονται.

98.  Για να ευλογήσει και να χαριτώσει ο Θεός τους νέους που θέλουν να αφιερωθούν στον Θεό.

99.  Για να ευλογήσει και να εκπληρώσει ο Θεός τους θείους πόθους των ανθρώπων.

100.  Για να δίνει ο Θεός χαρίσματα στους καλοκάγαθους ανθρώπους.

101.  Για να ευλογήσει ο Θεός τους ανθρώπους, που φέρουν αξιώματα, για να βοηθούν τον κόσμο με καλοσύνη και κατανόηση.

102.  Για να έλθουν τα έμμηνα, όταν καθυστερούν.

103.  Για να ευλογήσει ο Θεός τα υπάρχοντα των ανθρώπων, για να μην στερούνται και θλίβονται, αλλά να δοξάσουν τον Θεό.

104.  Για να μετανοήσουν οι άνθρωποι και να εξομολογηθούν τις αμαρτίες τους.

105. Για να δώσει φώτιση ο Θεός στους ανθρώπους να μην ξεκλίνουν από την οδό της σωτηρίας.

106.  Για να λύσει ο Θεός την στείρωση των γυναικών.

107.  Για να ταπεινώσει ο Θεός τους εχθρούς, για να αλλάξουν τις κακές των διαθέσεις.

108.  Για να θεραπεύσει ο Θεός τους σεληνιασμένους ή για να ελεήσει τους ψευδομάρτυρες, να μετανοήσουν.

109.  Για να έχουν σεβασμό οι νεότεροι στους μεγαλύτερους.

110.  Για να μετανοήσουν οι άδικοι κριτές και να κρίνουν δίκαια τον λαό του Θεού.

111.  Για να προφυλάξει ο Θεός τους στρατιώτες, όταν πηγαίνουν στον πόλεμο.

112. Για να δώσει ο Θεός ευλογίες στη φτωχή χήρα, να πληρώσει τα χρέη της και ν’ απαλλαχτεί από τη φυλακή.

113.  Για να θεραπεύσει ο Θεός τα καθυστερημένα διανοητικά και μογγόλαλα παιδιά.

114.  Για να δίνει ο Θεός ευλογίες και παρηγοριά στα δυστυχισμένα, φτωχά παιδάκια, για να μην περιφρονούνται από τα παιδιά των πλουσίων και θλίβονται.

115.  Για να θεραπεύσει ο Θεός το φοβερό πάθος του ψεύδους.

116.  Για να διατηρούν αγάπη και ομόνοια οι οικογένειες και να δοξολογούν το Θεό.

117.  Για να ταπεινώσει ο Θεός τους βαρβάρους, όταν κυκλώνουν το χωριό και το απειλούν, και να ανατρέψει τις κακές διαθέσεις τους.

118. Για να πατάξει ο Θεός τους βαρβάρους, και να ταπεινώσει την δράση τους, όταν σφάζουν αθώα γυναικόπαιδα.

119.  Για να δίνει υπομονή και ανεκτικότητα ο Θεός στους ανθρώπους, που είναι αναγκασμένοι να παρευρίσκονται με δόλιους και άδικους ανθρώπους.

120.  Για να προστατεύσει ο Θεός τους σκλάβους από τα εχθρικά χέρια, να μην τους κακοποιήσουν μέχρι να ελευθερωθούν.

121.  Για να θεραπεύσει ο Θεός τους ανθρώπους, που πάσχουν από βασκανία.

122 Για να δώσει ο Θεός το φως στους τυφλούς και να θεραπεύσει τα πονεμένα μάτια.

123.  Για να φυλάξει ο Θεός τους ανθρώπους από τα φίδια, να μην τους δαγκώσουν.

124.  Για να προφυλάξει ο Θεός τα κτήματα των δικαίων ανθρώπων από τους κακούς ανθρώπους.

125.  Για να θεραπεύσει ο Θεός τους ανθρώπους, που πάσχουν από συνεχείς πονοκεφάλους.

126.  Για να ειρηνεύσει ο Θεός την οικογένεια, όταν μαλώνουν.

127.  Για να μην πλησιάσει η κακία του εχθρού ποτέ στα σπίτια και να επικρατήσει η ειρήνη και η ευλογία του Θεού στην οικογένεια.

128.  Για να θεραπεύσει ο Θεός τους ανθρώπους που πάσχουν από ημικρανία, πονοκεφάλους και να ελεήσει τους σκληρόκαρδους και αδιάκριτους ανθρώπους, που στενοχωρούν τους ευαίσθητους.

129.  Για να δώσει ο Θεός θάρρος και ελπίδα στους αρχάριους, για να μη δυσκολεύονται στη δουλειά τους.

130.  Για να δώσει ο Θεός μετάνοια και παρηγοριά με ελπίδα στους ανθρώπους, για να σωθούν.

131.  Για να λυπηθεί ο Θεός τον κόσμο, όταν εξ αμαρτιών μας γίνονται συνεχείς πόλεμοι.

132.  Για να φυλάξει ο Θεός τα έθνη να συμφιλιωθούν και να ειρηνεύουν οι άνθρωποι.

133.  Για να φυλάξει ο Θεός τους ανθρώπους από κάθε κίνδυνο.

134.  Για να συγκεντρώνονται οι άνθρωποι την ώρα της προσευχής και να ενώνεται ο νους τους με το Θεό.

135.  Για να προστατέψει ο Θεός τους πρόσφυγες, όταν εγκαταλείπουν τα σπίτια τους και φεύγουν, για να σωθούν απ’ τους βαρβάρους.

136.  Για να σταθεροποιήσει ο Θεός τον άνθρωπο, που έχει άστατο χαρακτήρα.

137.  Για να φωτίζει ο Θεός τους άρχοντες του τόπου, για να βρίσκουν κατανόηση οι άνθρωποι στα αιτήματά τους.

138.  Για να πάψει ο διάβολος να πειράζει τους ευαίσθητους ανθρώπους με βλάσφημους λογισμούς.

139.  Για να ημερέψει ο Θεός τον δύστροπο οικογενειάρχη, που ταλαιπωρεί ολόκληρη την οικογένεια.

140.  Για να ημερέψει Θεός τον βάρβαρο άρχοντα του τόπου, που βασανίζει τους συνανθρώπους του.

141.  Για να ημερέψει ο Θεός τον επαναστάτη, που κάνει κακό · και Κούρδης εάν είναι, γίνεται αρνί.

142.  Για να προστατέψει ο Θεός την μητέρα στον καιρό της εγκυμοσύνης, να μην αποβάλει.

143.  Για να καταπραΰνει ο Θεός τον αναστατωμένο λαό, να μην γίνει εμφύλιος πόλεμος.

144.  Για να ευλογήσει ο Θεός τις εργασίες των ανθρώπων, για να είναι ευάρεστες στον Θεό.

145.  Για να σταματήσει ο Θεός τις αιμορραγίες των ανθρώπων.

146.  Για να θεραπεύσει ο Θεός τους ανθρώπους, που έχουν κτυπηθεί και πληγωθεί στις σιαγόνες από κακούς ανθρώπους.

147.  Για να ημερέψει ο Θεός τα άγρια ζώα του βουνού, για να μην κάνουν κακό στους ανθρώπους και ζημιές στα σπαρτά.

148.  Για να κάνει καιρό ευνοϊκό ο Θεός, για να έχουν αφθονία εισοδημάτων οι άνθρωποι και να δοξάζουν τον Θεό.

Τέλος του οσίου Αρσενίου

149.  Από ευγνωμοσύνη και ευχαριστία στον Θεό για τις μεγάλες του καλοσύνες και για την πολλή του αγάπη, που δεν έχει όρια, και μας ανέχεται (Του Γέροντα).

150.  Για να δώσει ο Θεός χαρά και παρηγοριά στους θλιμμένους αδελφούς μας, που βρίσκονται στην ξενιτιά και στους κεκοιμημένους αδελφούς μας, που βρίσκονται στην πιο μακρινή ξενιτιά. Αμήν.

 

 

Nail Health Myths You Should Stop Believing 🧐🚫

 

Nail Health Myths You Should Stop Believing 🧐🚫

Let’s bust some nail myths, shall we? Because while Aunt Linda means well, not everything you hear about nails is actually true 💅✨

Here are some of the most common misconceptions — and what the facts really are:


Myth #1: “White spots mean you have a calcium deficiency.”

👉 Truth: Nope! Those little white marks are usually from minor trauma to the nail plate — like banging your hand or overly aggressive filing.


Myth #2: “Cutting nails too short causes ingrown nails.”

👉 Truth: It’s not the length — it’s the way you cut them. Avoid curving the sides of your nails too much. Straight across is the way to go for toenails especially! 👣


Myth #3: “Let your nails ‘breathe’ by skipping polish.”

👉 Truth: Nails are made of keratin — they don’t actually breathe! But giving them a break can help you avoid dryness caused by harsh removers or non-stop gel polish.


Myth #4: “Gel polish ruins your nails.”

👉 Truth: It’s not the gel polish — it’s how you remove it. Peeling it off = damage city. Always soak and gently remove!


Myth #5: “More biotin = longer nails.”

👉 Truth: Biotin may help if you're deficient, but it’s not a magic pill. Healthy nails come from a combo of good diet, hydration, and nail care.


Myth #6: “Nail polish makes your nails yellow.”

👉 Truth: Only if you skip base coat! Always prep your nails with a good vegan base coat to prevent staining 🎨✨


💡 Bottom line? Your nails don’t need complicated routines or old wives’ tales — just a little love, smart habits, and some legit info.


💬 Heard another weird nail myth? Drop it below and let’s bust it together! 🕵️‍♀️💅

#NailMythsBusted #NailCareTruths #VeganBeautyTips #HealthyNails101 #NailFacts #WeeklyBeautyDrop #CrueltyFreeCare #DIYNailHealth



https://payhip.com/AnayasWisdom

https://payhip.com/AnayasWisdom